πάλιν δ᾽ ὁ Ἐπίχαρμος ἐν Πύρρᾳ καὶ Προμαθεῖ φησι:
ἀλλ᾽ ἴσχε: τελλίνης γὰρ ἐξαίφνης μέ τις
ἀκοὰς μελῳδὸς ἦχος εἰς ἐμὰς ἔβη. [p. 370]
παρὰ Σώφρονι δὲ κόγχοι μελαινίδες λέγονται: ‘μελαινίδες γάρ τοι νισοῦντι ἐμὶν ἐκ τοῦ μικροῦ λιμένος.’ ἐν δὲ τῷ ἐπιγραφομένῳ Ὡλιεὺς τὸν
τὰν τέλλιν μάν, τὸν ἀναρίταν θᾶσαι δὴ καὶ λεπὰς ὅσσα.