Τελέστης δ᾽ ἐν Ὑμεναίῳ διθυράμβῳ πεντάχορδόν φησιν αὐτὴν εἶναι διὰ τούτων
πηκταὶ δὲ λύραι καὶ μαγάδιδες
τὰ τ᾽ ἐν Ἕλλησι ξόαν᾽ ἡδυμελῆ.
οἶδα δὲ καὶ ἄλλο ὄργανον ᾧ τῶν Θρᾳκῶν οἱ βασιλεῖς ἐν τοῖς δείπνοις χρῶνται, ὥς φησιν Νικομήδης ἐν ’
ἄλλος δ᾽ ἄλλαν κλαγγὰν ἱεὶς
κερατόφωνον ἐρέθιζε μάγαδιν, [p. 438]
ἐν πενταρράβδῳ χορδᾶν ἀρθμῷ
χεῖρα καμψιδίαυλον ἀναστρωφῶν τάχος: