Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐπετήδευον γὰρ τὴν αὐτοδιακονίαν καὶ ἐκαλλωπίζοντο, φησὶ Χρύσιππος, τῇ ἐν τούτοις εὐστροφίᾳ.
Ὀδυσσεὺς γοῦν δαιτρεῦσαί τε καὶ ‘ πῦρ νηῆσαι’ οἷος οὐκ ἄλλος δεξιὸς εἶναί φησι. καὶ ἐν Λιταῖς δὲ Πάτροκλος καὶ Ἀχιλλεὺς πάντα εὐτρεπίζει. καὶ Μενελάου δὲ τελοῦντος γάμους ὁ νυμφίος Μεγαπένθης οἰνοχοεῖ. νῦν δὲ ἐπὶ τοσοῦτον ἐκπεπτώκαμεν ὡς κατακεῖσθαι δαινύμενοι.
32. προσφάτως δὲ καὶ τὰ βαλανεῖα παρῆκται, τὴν ἀρχὴν οὐδὲ ἔνδον τῆς πόλεως ἐώντων εἶναι αὐτά,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.