οὐκ αἰσχυνοῦμαι τὸν τάριχον τουτονὶΚράτης Θηρίοις:
πλύνων ἅπασιν ὅσα σύνοιδ᾽ αὐτῷ κακά.
ἰδίως δ᾽ ἐσχημάτισται παρ᾽ Ἑρμίππῳ ἐν Ἀρτοπώλισι:
καὶ τῶν ῥαφάνων ἕψειν χρή,
ἰχθῦς τ᾽ ὀπτᾶν τούς τε ταρίχους,
ἡμῶν δ᾽ ἀπὸ χεῖρας ἔχεσθαι.
Σοφοκλῆς τ᾽ ἐν Φινεῖ:
καὶ τάριχος πίονα.
ὑποκοριστικῶς δ᾽ εἴρηκεν Ἀριστοφάνης ἐν Εἰρήνῃ: ”
νεκρὸς τάριχος εἰσορᾶν Αἰγύπτιος.