κυαθίς, κοτυλῶδες ἀγγεῖον. σώφρων ἐν τῷ ἐπιγραφομένῳ μίμῳ Γυναῖκες αἳ τὰν θεὸν φαντὶ ἐξελᾶν: ‘ ὑποκατώρυκται δὲ ἐν κυαθίδι τρικτὺς ἀλεξιφαρμάκων.’ 60. κύλιξ. Φερεκράτης Δουλοδιδασκάλῳ;
ταῦτα δ᾽ ἐστὶ κεράμεα ποτήρια καὶ λέγεται ἀπὸ τοῦ κυλίεσθαι τῷ τροχῷ: ἀφ᾽ ὧν καλεῖται τό τε κυλικεῖον, ἐν ᾧ τίθεται τόπῳ τὰ ποτήρια κἂν ἀργυρᾶ τυγχάνῃ ὄντα, καὶ τὸ κυλικηγορεῖν, ὅταν
νυνὶ δ᾽ ἀπόνιζε τὴν κύλικα δώσων πιεῖν,
ἔγχει τ᾽ ἐπιθεὶς τὸν ἡθμόν