Click on a word to bring up parses, dictionary entries, and frequency statistics
“ Εὐφράνορά φησι τὸν ὀψοφάγον ἀκούσαντα ὅτι ἄλλος ἰχθυοφάγος ἀπέθανε θερμὸν ἰχθύος τέμαχος καταπιὼν ἀναφωνῆσαι : ἱερόσυλος ὁ θάνατος.' Κίνδων δὲ ὁ
ὀψοφάγος καὶ Δημύλος ὀψοφάγος δὲ καὶ οὗτος γλαύκου παρατεθέντος, ἄλλου δ᾽ οὐδενός, ὁ μὲν τὸν ὀφθαλμὸν κατελάβετο, καὶ ὁ Δημύλος ἐπὶ τὸν ἐκείνου ὀφθαλμὸν ἐπιβαλὼν ἐβιάζετο φωνῶν ἄφες καὶ ἀφήσω.' ἐν δείπνῳ δέ ποτε καλῆς λοπάδος ὄψου παρατεθείσης ὁ Δημύλος οὐκ ἔχων ὅπως αὐτὴν μόνος καταφάγῃ ἐνέπτυσεν εἰς αὐτήν. Ζήνων δ᾽ ὁ Κιτιεὺς ὁ τῆς
”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.