φησὶ δὲ Φαινίας ὁ Ἐρέσιος Μενδαίους τοὺς βότρυς ἐπὶ τῇ ἀμπέλῳ ῥαίνειν τῷ ἐλατηρίῳ: διὸ γίνεσθαι τὸν οἶνον μαλακόν. 54. ὅτι Θεμιστοκλῆς ὑπὸ βασιλέως ἔλαβε δωρεὰν τὴν Λάμψακον εἰς οἶνον, Μαγνησίαν δ᾽ εἰς ἄρτον, Μυοῦντα δ᾽ εἰς ὄψον, Περκώτην δὲ καὶ τὴν Παλαίσκηψιν εἰς στρωμνὴν καὶ ἱματισμόν. ἐκέλευσε δὲ τούτῳ στολὴν φορεῖν βαρβαρικήν, ὡς καὶ Δημαράτῳ,
ὀσμὴ θεσπεσία κατὰ πᾶν δ᾽ ἔχει ὑψερεφὲς δῶ,
ἀμβροσία καὶ νέκταρ ὁμοῦ. τοῦτ᾽ ἐστὶ τὸ νέκταρ,
τούτου χρὴ παρέχειν πίνειν ἐν δαιτὶ θαλείῃ
τοῖσιν ἐμοῖσι φίλοις, τοῖς δ᾽ ἐχθροῖς ἐκ Πεπαρήθου.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.