Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Περιηγητικῷ κατὰ τὸ Περσικὸν πέλαγος νῆσόν φησιν εἶναί τινα, ἔνθα πλείστην μαργαρῖτιν εὑρίσκεσθαι. διόπερ σχεδίας καλαμίνας πέριξ εἶναι τῆς νήσου, ἐξ ὧν καθαλλομένους εἰς τὴν θάλασσαν ἐπ᾽ ὀργυιὰς εἴκοσιν ἀναφέρειν διπλοῦς κόγχους. φασὶ δ᾽ ὅταν
βρονταὶ συνεχεῖς ὦσι καὶ ὄμβρων ἐκχύσεις, τότε μᾶλλον τὴν πίνναν κύειν, καὶ πλείστην γίγνεσθαι μαργαρῖτιν καὶ εὐμεγέθη, τοῦ δὲ χειμῶνος εἰς τὰς ἐμβυθίους θαλάμας δύνειν εἰώθασιν
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.