Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τὸ δὲ ἔθος τοῦτο καὶ παρὰ τοῖς βαρβάροις ἐσῴζετο, ὥς φησι Δίνων ἐν τοῖς Περσικοῖς. τὴν γοῦν Κύρου τοῦ πρώτου ἀνδρείαν καὶ τὸν μέλλοντα πόλεμον ἔσεσθαι πρὸς Ἀστυάγην προείδοντο οἱ
[p. 418] ᾠδοί. ‘ ὅτε γάρ φησίν ᾐτήσατο τὴν εἰς Πέρσας ἀποδημίαν ὁ Κῦρος ἐγεγόνει δὲ αὐτοῦ πρότερον ἐπὶ τῶν ῥαβδοφόρων, εἶθ᾽ ὕστερον ἐπὶ τῶν ὁπλοφόρων καὶ ἀπῆλθεν εὐωχουμένου οὖν τοῦ Ἀστυάγους μετὰ τῶν φίλων τότε '
Ἀγγάρης τις ὄνομα οὗτος δ᾽ ἦν τῶν ᾠδῶν ὁ ἐνδοξότατος ᾖδεν εἰσκληθεὶς τά τε ἄλλα τῶν εἰθισμένων καὶ τὸ
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.