Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ ἀλλὰ δικαστὰς ἀποδεικνύει: καὶ ἐάν τις αὐτοὺς ἡγῆται μὴ δικαίως δεδικακέναι,3 ἔστι θυρὶς ἐν τῷ ὑψηλοτάτῳ τῶν βασιλείων καὶ αὕτη ἁλύσει δέδεται. ὁ οὖν ἡγούμενος ἀδίκως δεδικάσθαι ἐπιλαμβάνεται τῆς ἁλύσεως καὶ ἕλκει τὴν θυρίδα, καὶ ὁ βασιλεὺς ἐπειδὰν αἴσθηται εἰσκαλεῖ καὶ αὐτὸς δικάζει, καὶ ἐὰν φαίνωνται οἱ δικασταὶ ἀδίκως δικάσαντες, ἀποθνῄσκουσιν ἐὰν δὲ δικαίως, ὁ κινήσας τὴν θυρίδα ἀπόλλυται. τὰ δ᾽ ἀναλώματα λέγεται τῆς ἡμέρας εἰς τὸν βασιλέα καὶ τὰς περὶ αὐτὸν γυναῖκας καὶ φίλους γίνεσθαι τάλαντα πεντεκαίδεκα Βαβυλώνια.’ 14.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.