Click on a word to bring up parses, dictionary entries, and frequency statistics
“ κατέχουσι θεοῖς. ἁλιέα γοῦν τινα πρεσβύτην τῷ ἰχθύι τούτῳ κόλασιν ὑποσχεῖν ἔτι τοῦ χρυσοῦ γένους κατ᾽ ἀνθρώπους ὄντος. ὄνομα δ᾽ ἦν αὐτῷ Ἐπωπεὺς καὶ ἐξ Ἰκάρου ἦν τῆς νήσου, καὶ τοῦτον οὖν ἅμα τῷ υἱῷ ἁλιεύοντα καὶ οὐκ εὐτυχήσαντα ἄλλων ἰχθύων ἐν τῇ ἄγρᾳ ἢ πομπίλων οὐκ ἀποσχέσθαι τῆς τούτων ἐδωδῆς, ἀλλὰ πάντας μετὰ τοῦ υἱοῦ καταθοινηθῆναι καὶ μετ᾽ οὐ πολὺ δίκας ἐκτῖσαι τῆς δυσσεβείας: κῆτος γὰρ ἐπελθὸν τῇ νηὶ τὸν Ἐπωπέα ἐν ὄψει τοῦ παιδὸς καταπιεῖν.
”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.