καὶ Ἀντιφάνης δ᾽ ἐν Δυσπράτῳ ἐπαινῶν τοὺς Σικελικοὺς μαγείρους λέγει:
β. παραπλησίαν ὀσμὴν λέγεις ἀμφοῖν; ...
καὶ Μένανδρος ἐν Φάσματι:
Σικελῶν δὲ τέχναις ἡδυνθεῖσαι
δαιτὸς διαθρυμματίδες.
Ποσείδιππος ἐν Ἀναβλέποντι:
ἐπισημαίνεσθ᾽ ἐὰν
ἡ σκευασία καθάρειος ᾖ καὶ ποικίλη.
ἐγὼ μάγειρον λαμβάνων ἀκήκοα