τὸ δὲ δένδρον ἡ ἀγρία συκῆ, ἐξ ἧς τὰ ἐρινά, ἐρινὸς κατὰ τὸ ἄρρεν λέγεται. Στράττις Τρωίλῳ:
εἶθ᾽ ὁ μὲν ἔδωκεν ὡς τοιαῦτ᾽ ὠνούμενος
τιμήν, ὁ δ᾽ ἐγκάψας τὸ κέρμ᾽ εἰς τὴν γνάθον
ἐρίν᾽ ἀπέδοτο σῦκα πωλεῖν ὀμνύων,
καὶ Ὅμηρος:
ἐρινὸν οὖν τιν᾽ αὐτῆς πλησίον
νενόηκας ὄντα;
Ἀμερίας δ᾽ ἐρινάδας καλεῖσθαι τοὺς ὀλόνθους. 11. Ἑρμῶναξ δ᾽ ἐν Γλώτταις Κρητικαῖς σύκων ’
τῷ δ᾽ ἐν ἐρινεός ἐστι μέγας φύλλοισι τεθηλώς.