Καλλίας Κύκλωψιν
νῦν δ᾽ οὐδ᾽ ἀφύην κινεῖν δοκεῖς.
Ἀριστώνυμος Ἡλίῳ ῥιγῶντι:
πρὸς τῆς ἀφύης τῆς ἡδίστης.
ἀφύδια δὲ Ἀριστοφάνης Ταγηνισταῖς:
ὥστ᾽ οὔτ᾽ ἀφύη νῦν ἔστιν ἁπλῶς.
24. Λυγκεὺς δ᾽ ὁ Σάμιος ἐν τῇ πρὸς Διαγόραν ἐπιστολῇ ἐπαινῶν τὰς Ῥοδιακὰς ἀφύας καὶ ἀντιτιθεὶς πολλὰ τῶν Ἀθήνησι γινομένων πρὸς τὰ ἐν τῇ Ῥόδῳ φησί: ‘ ταῖς μὲν Φαληρικαῖς ἀφύαις τὰς ’”
μηδὲ τὰ Φαληρικὰ τὰ μικρὰ τάτάδ᾽ ἀφύδια.