τ᾽ ἄλκιμοι.καὶ Σώφρων ἐν ἀνδρείοις: ‘ βαμβραδόνι τραφερᾷ.’ Νουμήνιος δ᾽ ἐν Ἁλιευτικῷ:
Δωρίων δ᾽ ἐν τῷ περὶ ἰχθύων φησί: ‘ βεμβράδα ἀποκεφαλίσας, ἐὰν ᾖ ἁδροτέρα, καὶ ἀποπλύνας ἁλὶ λεπτῷ καὶ ὕδατι, ἕψε τὸν αὐτὸν τρόπον τῇ τριγλίτιδι.’ γίνεται δέ, φησίν, ἐκ μόνης τῆς βεμβράδος σκευασία τις ἡ προσαγορευομένη βεμβραφύη: ὧν μνημονεύει Ἀριστώνυμος ἐν Ἡλίῳ ῥιγῶντι: ”
ἠβαιῇ καρῖδι καὶ εἴ ποτε βεμβράδι, κείνῃ
ζωῇ ἔπ᾽ ἀγρώσσοις, τάδε δὴ σκέψαιο δέλετρα.