Click on a word to bring up parses, dictionary entries, and frequency statistics
εἰς τὴν σχολήν, ὥστε γίνεσθαι μηδὲ εἰς τὸν μυρισμὸν καὶ τοὺς στεφάνους ἱκανὸν τὸ ἐκλεγόμενον ἀργύριον ἱεροποιῆσαί τε καὶ τῶν Μουσείων ἐπιμελητὴν γενέσθαι, ἃ δὴ πάντα ἐφαίνετο λόγου μὲν ἀλλότρια καὶ φιλοσοφίας εἶναι, τρυφῆς δὲ καὶ περιστάσεως οἰκειότερα. καὶ γὰρ εἰ παρίεντό τινες τῶν μὴ δυναμένων εἰς ταῦτα ἀναλίσκειν ἀπὸ βραχείας καὶ τῆς τυχούσης ὁρμώμενοι χορηγίας, ὅ γ᾽ ἐθισμὸς ἱκανῶς ἦν ἄτοπος, οὐ γὰρ ἵνα συρρυέντες
[p. 484]
ἐπὶ τὸ αὐτὸ τῆς ἕως τοῦ ὀρθρίου γενομένης τραπέζης ἀπολαύσωσιν ἢ χάριν ἐξοινίας ἐποιήσαντο τὰς συνόδους ταύτας οἱ περὶ Πλάτωνα καὶ
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.