καί:
στῆθος δὲ πλήξας κραδίην ἠνίπαπε μύθῳ.
καί:
κραδίη δὲ οἱ ἔνδον ὑλάκτει.
ὃ δὴ καὶ σημεῖον φέρουσι τοῦ τὸ κυριώτερον τῆς ψυχῆς ἐνταῦθα κεῖσθαι: κατὰ γὰρ τὰς ἐν τοῖς φόβοις γινομένας ἀγωνίας πάλλεσθαι τὴν καρδίαν
Ἕκτορι δ᾽ αὐτῷ θυμὸς ἐνὶ στήθεσσι πάτασσε.