6. καὶ κωλῆνα δὲ λέγουσι καὶ κωλῆν. Εὔπολις Αὐτολύκῳ :
ἔμβαμμα τοῖς ἄρτοις πονηρὸν γίγνεται.
Εὐριπίδης Σκίρωνι:
σκέλη δὲ καὶ κωλῆνες εὐθὺ τοὐρόφου.
ἀπὸ δὲ τοῦ κωλέα συνῃρημένον ἐστὶν ὡς συκέα συκῆ, λεοντέα λεοντῆ, κωλέα κωλῆ. Ἀριστοφάνης Πλούτῳ δευτέρῳ :
οὐδὲ κωλῆνες νεβρῶν.
καὶ ἐν Δαιταλεῦσι: ”
οἴμοι δὲ κωλῆς, ἣν ἐγὼ κατήσθιον,