Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Σώφρων δ᾽ ἐν Μίμοις: ‘
τίνες δ᾽ ἐντί ποκα,
φίλα,
τοιδέ τοι μακρογόγγυλοι;
β.
σωλῆνές θην τοῦτοί γα γλυκύκρεον κογχύλιον,
χηρᾶν γυναικῶν λίχνευμα.’
τῶν δὲ πιννῶν μνημονεύει Κρατῖνος ἐν '
Ἀρχιλόχοις:
ἡ μὲν δὴ πίννῃσι καὶ ὀστρείοισιν ὁμοίη.
Φιλύλλιος δ᾽ ἢ Εὔνικος ἢ Ἀριστοφάνης ἐν Πόλεσι:
πουλυπόδειον, σηπιδάριον, κάραβον, ἀστακόν,
ὄστρειον,
χήμας, λεπάδας, σωλῆνας, μῦς, πίννας, κτένας
ἐκ Μιτυλήνης:
αἴρετ᾽ ἀνθρακίδας, τρίγλη, σαργός, κεστρεύς,
πέρκη, κορακῖνοι.