Click on a word to bring up parses, dictionary entries, and frequency statistics
καταχωσθεῖσα. Δοῦρις δὲ ἐν τῇ δ᾽ τῶν περὶ Ἀγαθοκλέα καὶ πλησίον Ἱππωνίου πόλεως ἄλσος τι δείκνυσθαι κάλλει διάφορον καὶ κατάρρυτον ὕδασιν, ἐν ᾧ καὶ τόπον τινὰ εἶναι καλούμενον Ἀμαλθείας Κέρας, ὃ τὸν Γέλωνα κατασκευάσαι. Σιληνὸς δ᾽ ὁ Καλακτῖνος ἐν τρίτῳ Σικελικῶν περὶ Συρακούσας φησὶν κῆπον εἶναι πολυτελῶς κατεσκευασμένον ὃν καλεῖσθαι Μῦθον, ἐν ᾧ χρηματίζειν ῾ Ἱέρωνα τὸν βασιλέα, ἡ δὲ Πανορμῖτις τῆς Σικελίας πᾶσα κῆπος προσαγορεύεται διὰ τὸ πᾶσα εἶναι πλήρης δένδρων ἡμέρων, ὥς φησιν Καλλίας ἐν ὀγδόῃ τῶν
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.