ἀλλὰ καὶ παρ᾽ Εὐπόλιδι ἐν Αἰξὶν
εἰς χερνίβ᾽ ὡς βάψειεν Ἀλκμήνης γόνος.
ἐστὶ δὲ ὕδωρ εἰς ὃ ἀπέβαπτον δαλὸν ἐκ τοῦ βωμοῦ λαμβάνοντες ἐφ᾽ οὗ τὴν θυσίαν ἐπετέλουν καὶ τούτῳ περιρραίνοντες τοὺς παρόντας ἥγνιζον. χρὴ μέντοι προπαροξυτόνως προφέρεσθαι. τὰ γὰρ τοιάδε ῥηματικὰ σύνθετα εἰς ψ λήγοντα γεγονότα παρὰ τὸν παρακείμενον τὴν παραλήγουσαν τοῦ
αὐτοῦ τὴν χερνίβα παύσεις.