νενωγάλισται σεμνὸς ἀλλᾶντος τόμος,κατὰ τὸν ἥδιστον Ἀντιφάνην, ὃς ἐν τῷ Φιλοθηβαίῳ φησίν:
παρεντέτρωκται τευθὶς ἐξωπτημένη,
παρεγκέκαπται κρανί᾽ ἐννέ᾽ ἢ δέκα.
ὥστ᾽ εἴ τι βούλει τῶν λελειμένων φαγεῖν,
ἔπειγ᾽ ἔπειγε, μὴ ποθ᾽ ὡς λύκος χανὼν
καὶ τῶνδ᾽ ἁμαρτὼν ὕστερον σαυτὸν δάκνῃς.
πάντ᾽ ἐστὶν ἡμῖν
”
ἥ τε γὰρ συνώνυμος
τῆς ἔνδον οὔσης ἔγχελυς Βοιωτία