Click on a word to bring up parses, dictionary entries, and frequency statistics
“
καὶ τυρὸς ἔσται: ταῦτα γὰρ θύειν νόμος
τοῖς Πυθαγορείοις. β. νὴ Δί᾽, ἱερεῖον μὲν οὖν
ὁποῖον ἂν κάλλιστον, ὦ βέλτιστ᾽, ἔχῃ.
καὶ μετ᾽ ὀλίγα:
ἔδει θ᾽ ὑπομεῖναι μικροσιτίαν, ῥύπον,
ῥῖγος, σιωπήν, στυγνότητ᾽,1 ἀλουσίαν.
53. τούτων δ᾽ ὑμεῖς,
ὦ φιλόσοφοι,
οὐδὲν ἀσκεῖτε,
ἀλλὰ καὶ τὸ πάντων χαλεπώτατον λαλεῖτε περὶ ὧν οὐκ οἴδατε καὶ ὡς κοσμίως ἐσθίοντες ποιεῖτε τὴν ἔνθεσιν κατὰ τὸν ἥδιστον Ἀντιφάνη:
οὗτος γὰρ ἐν Δραπεταγωγῷ λέγει:
”