ἰχθὺν ὑποτιμήσας ἀποδῶτ᾽ ἐλάττονοςκαὶ προελθὼν δέ φησιν
ἧς εἶπε τιμῆς, εἰς τὸ δεσμωτήριον
εὐθὺς ἀπάγεσθαι τοῦτον, ἵνα δεδοικότες
τῆς ἀξίας ἀγαπῶσιν ἢ τῆς ἑσπέρας
σαπροὺς ἅπαντας ἀποφέρωσιν οἴκαδε.
κἀνταῦθα καὶ γραῦς καὶ γέρων καὶ παιδίον
πέμπτης ἅπαντες ἀγοράσουσι κατὰ τρόπον.
οὐ γέγονε μετὰ Σόλωνα κρείττων οὐδὲ εἷς
Ἀριστονίκου νομοθέτης ι τὰ τ᾽ ἄλλα γὰρ