καὶ Σοφοκλῆς Σκύθαις:
βαθεῖαν εἰς αὐλῶνα περίδρομον στρατοῦ.
ἐκδεκτέον οὖν καὶ τὸ παρὰ Ἐρατοσθένει ἐν τῷ [p. 360] Ἑρμῇ θηλυκῶς εἰρῆσθαι ‘ βαθὺς διαφύεται αὐλών’ ἀντὶ τοῦ βαθεῖα, καθάπερ λέγεται ‘θῆλυς ἐέρση.’ πᾶν οὖν τὸ τοιοῦτον αὐλή τε καὶ αὐλὼν λέγεται,
κρημνούς τε καὶ σήραγγας ἠδ᾽ ἐπακτίας
αὐλῶνας.