καὶ περὶ τὸν Εὐλέα δὲ ποταμὸν οὗ μνημονεύει Ἀντίμαχος ἐν ταῖς ἐπιγραφομέναις Δέλτοις οὕτως:
Στρυμών, μεγίστας ἐγχέλεις κεκτημένος.
Δημήτριος ὁ Σκήψιος ἐν ἑκκαιδεκάτῃ τοῦ Τρωικοῦ διακόσμου ἐγχέλεις φησὶ διαφόρους γίνεσθαι. 57. ἔλοψ. προείρηται μέν τινα περὶ αὐτοῦ: ἀλλὰ καὶ Ἀρχέστρατός φησι τάδε περὶ αὐτοῦ:
ἐλθὼν Εὐλῆος πηγὰς ἔπι δινήεντος