ἐν δὲ Ἱστοριογράφῳ :
οἵων δ᾽ ἐπιθυμεῖ βρωμάτων, ὡς μουσικῶν
ἤνυστρα, μήτρας, χόλικας.
Εὔβουλος δ᾽ ἐν Δευκαλίωνι:
τὴν στοὰν διεξέπαιεν Ἀμφικλῆς: μήτρας δύο
κρεμαμένας δείξας ἐκεῖνον πέμπε, φησίν, ἂν ἴδῃς.
58. Λυγκεὺς δ᾽ ὁ Σάμιος, ὁ Θεοφράστου γνώριμος, καὶ τὴν σὺν ὀπῷ χρῆσιν αὐτῆς οἶδεν. ἀναγράφων ”
ἡπάτια, νῆστις, πλεύμονες, μήτρα.