‘ εἶπεν ὅτι ἀρχαῖος εἴη νόμος κάλλιστος τοὺς μὲν ἔχοντας διδόναι τῷ βασιλεῖ τιμῆς ἕνεκα, τοῖς δὲ μὴ ἔχουσι διδόναι τὸν βασιλέα. Ξενοφῶν δὲ ἀνέστη θαρσαλέως καὶ δεξάμενος τὸ κέρας εἶπεν ἐγώ σοι, ὦ Σεύθη, δίδωμι ἐμαυτὸν καὶ τοὺς ἐμοὺς τούτους ἑταίρους φίλους εἶναι πιστοὺς καὶ οὐδένα ἄκοντα, καὶ νῦν πάρεισιν οὐδέν σε προσαιτοῦντες, ἀλλὰ καὶ πονεῖν ὑπὲρ σοῦ καὶ προκινδυνεύειν βουλόμενοι.' καὶ ὁ Σεύθης ἀναστὰς συνέπιε καὶ συγκατεσκεδάσατο μετ᾽ αὐτοῦ τὸ κέρας, μετὰ δὲ ταῦτα εἰσῆλθον κέρασί τε οἵοις ’”
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
“
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.