Click on a word to bring up parses, dictionary entries, and frequency statistics
παραπλησίως δ᾽ εἴρηκε καὶ Φρύνιχος Σατύροις. Ἱκέσιος δὲ ὁ Ἐρασιστράτειος τῶν χημῶν φησι τὰς μὲν τραχείας λέγεσθαι, τὰς δὲ βασιλικάς καὶ τὰς μὲν τραχείας καὶ κακοχύλους εἶναι, ὀλιγοτρόφους, εὐεκκρίτους, χρῆσθαι δὲ αὐταῖς καὶ δελέασι τοὺς πορφυρευομένους: τῶν δὲ λείων κατὰ τὰ μεγέθη καὶ τὰς διαφορὰς εἶναι κρατίστας. Ἡγήσανδρος δ᾽ ἐν ὑπομνήμασι τὰς τραχείας φησὶ κόγχας ὑπὸ μὲν Μακεδόνων κωρύκους καλεῖσθαι, ὑπὸ δὲ Ἀθηναίων κριούς,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.