Ἀπολλόδωρος δ᾽ ὁ Γελῷος καὶ τοῦ λάκκου αὐτοῦ, ὥσπερ ἡμεῖς λέγομεν, μνημονεύει ἐν Ἀπολιπούσῃ οὕτως:
ἴσως τὸ λακκαῖὸν γ᾽ ὕδωρ ἀπόλωλ᾽ ἐμόν.
”99. τούτων ὁ Μυρτίλος ἀκούσας ἔφη: “ ἐγὼ δ᾽ ὢν φιλοτάριχος, ὦ ἑταῖροι, χιόνος πιεῖν βούλομαι κατὰ Σιμωνίδην.” καὶ ὁ Οὐλπιανὸς “ κεῖται μὲν ὁ φιλοτάριχος,” ἔφη, “ παρ᾽ Ἀντιφάνει ἐν Ὀμφάλῃ οὕτως: ”
ἀγωνιῶσα τόν τε τοῦ λάκκου κάδον
λύσασα καὶ τὸν τοῦ φρέατος εὐτρεπεῖς
τὰς ἱμονιὰς πεποίηκας.