Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ ἠλείφοντο κροκίνῳ μύρῳ: ἦν δὲ ταῦτα πεντεκαίδεκα, καὶ κινναμωμίνου τὰ ἴσα καὶ ναρδίνου. παραπλησίως δὲ καὶ ταῖς ἑξῆς εἰσεφέρετο τήλινον, ἀμαράκινον, ἴρινον, πάντα διαφέροντα ταῖς εὐωδίαις. ἔστρωτο δὲ εἰς εὐωχίαν ποτὲ μὲν χίλια τρίκλινα, ποτὲ δὲ χίλια πεντακόσια μετὰ τῆς πολυτελεστάτης διασκευῆς, ὁ δὲ χειρισμὸς ἐγίνετο τῶν πραγμάτων δι᾽ αὐτοῦ τοῦ βασιλέως, ἵππον γὰρ ἔχων εὐτελῆ παρέτρεχε παρὰ τὴν πομπήν, τοὺς μὲν προάγειν κελεύων, τοὺς δὲ
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.