Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐν Βαβυλῶνι, ... τὸ λεῖπον τοῦ ἐνιαυτοῦ. καὶ τὸ παράσημον δὲ ὃ ἐπετίθεντο τῇ κεφαλῇ οἱ τῶν Περσῶν βασιλεῖς οὐδ᾽ αὐτὸ ἠρνεῖτο τὴν τῆς ἡδυπαθείας ἀπόλαυσιν. ‘ κατεσκευάζετο γάρ,’ ὥς φησι Δίνων, ‘ἐκ σμύρνης καὶ τοῦ καλουμένου λαβύζου. εὐώδης δ᾽ ἐστὶν ἡ λάβυζος καὶ πολυτιμοτέρα τῆς σμύρνης. ὁπότε δὲ καὶ ἀπὸ τοῦ ἅρματος κατίοι,’ φησί, ‘ βασιλεύς, οὔτε καθήλλετο ὀλίγου ὄντος ἐπὶ τὴν γῆν τοῦ ὕψους οὔτε διὰ χειρῶν ἐρειδόμενος, ἀλλ᾽ αἰεὶ αὐτῷ χρυσοῦς δίφρος ἐτίθετο
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.