“44. καὶ Γναθαινίου δέ γε τῆς θυγατριδῆς αὐτῆς τάδε ἀναγράφει :
τὰς ὗς ἐπὶ νομὴν καιρός ἐστιν ἐξάγειν;”
”
εἰς τὰς Ἀθήνας παρεπιδημήσας ξένος
σατράπης πάνυ γέρων, ὡς ἐνενήκοντ᾽ ὢν ἐτῶν,
Κρονίοις ἀπιοῦσαν εἶδε τὴν Γναθαίνιον
μετὰ τῆς Γναθαίνης ἐξ Ἀφροδισίου τινός,
τὸ τ᾽ εἶδος αὐτῆς τοὺς ῥυθμούς τε καταμαθὼν
ἐπυνθάνετο μίσθωμα πράσσεται πόσον