Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ καινοποιητὰς ἀμφοτέρων τούτων κέκτηνται. ἀλλὰ καὶ ἐν τῷ χειμῶνι οὐ μόνον κεφαλὴν καὶ σῶμα καὶ πόδας αὐτοῖς ἀρκεῖ ἐσκεπάσθαι, ἀλλὰ καὶ περὶ ἄκραις ταῖς χερσὶν χειρῖδας δασείας καὶ δακτυλήθρας ἔχουσιν. ἔν γε μὴν τῷ θέρει οὐκ ἀρκοῦσιν αὐτοῖς οὔθ᾽ αἱ τῶν δένδρων οὔθ᾽ αἱ τῶν πετρῶν
[p. 318] σκιαί, ἀλλ᾽ ἐν ταύταις ἑτέρας σκιάδας ἄνθρωποι μηχανώμενοι αὐτοῖς παρεστᾶσι.’ κἀν τοῖς ἑξῆς δέ φησι περὶ αὐτῶν οὑτωσί: ‘ νῦν δὲ στρώματα πλείω ἔχουσιν ἐπὶ τῶν ἵππων ἢ ἐπὶ τῶν εὐνῶν οὐ γὰρ τῆς ἱππείας οὕτως ὡς τοῦ μαλακῶς καθῆσθαι
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.