25. ἐκκλίνειν δὲ δεῖ τὰ πάχη τῶν μύρων ὕδωρ τε πίνειν τὸ κατὰ πρόσοψιν λεπτὸν καὶ διαυγές, ὃ δὴ καὶ κατὰ τὸν σταθμόν ἐστι κοῦφον καὶ οὐδὲν ἐν αὑτῷ γεῶδες ἔχει. τὸ δὲ συμμέτρως θερμαινόμενον καὶ ψυχόμενον ὕδωρ χρηστόν ἐστι καὶ εἰς [p. 200] χάλκεον ἢ ἀργύρεον ἄγγος ἐγχεόμενον οὐ ποιεῖ τὸ ἰῶδες. φησὶ δὲ καὶ Ἱπποκράτης: ὕδωρ τὸ ταχέως θερμαινόμενον καὶ ψυχόμενον ἀεὶ κουφότερον. μοχθηρὰ δ᾽ ἐστὶ τὰ βραδέως τὰ ὄσπρια τήκοντα. τοιαῦτα δὲ τὰ νιτρώδη καὶ ἁλμυρά, ἐν δὲ τῷ περὶ ὑδάτων Ἱπποκράτης καλεῖ τὸ χρηστὸν ὕδωρ πότιμον. τὰ δὲ τῶν ὑδάτων στάσιμα χαλεπά, ὡς τὰ λιμναῖα καὶ τὰ ἑλώδη. ἐστὶ δὲ καὶ τῶν κρηναίων τὰ πλεῖστα σκληρότερα. Ἐρασίστρατος
μέγιστον ὀσμὰς ἐγκεφάλῳ χρηστὰς ποιεῖν.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.