Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ λευκίσκων πλέονά ἐστιν εἴδη. λέγονται γὰρ οἱ μὲν κέφαλοι, οἱ δὲ κεστρεῖς, ἄλλοι δὲ χελλῶνες, οἱ δὲ μυξῖνοι. ἄριστοι δ᾽ εἰσὶν οἱ κέφαλοι καὶ πρὸς τὴν γεῦσιν καὶ πρὸς τὴν εὐχυλίαν. δεύτεροι δ᾽ εἰσὶ τούτων οἱ λεγόμενοι κεστρεῖς, ἥσσονες δ᾽ οἱ μυξῖνοι: καταδεέστεροι δὲ πάντων οἱ χελλῶνες οἱ δὲ λεγόμενοι βάκχοι εὔχυλοι εἰσι σφόδρα καὶ οὐ πολύτροφοι καὶ εὐέκκριτοι.’ Δωρίων δ᾽ ἐν τῷ περὶ ἰχθύων τῶν κεστρέων τὸν μὲν θαλάττιον ἐκτίθεται, τὸν δὲ ποτάμιον οὐ δοκιμάζει, εἴδη δὲ τοῦ θαλαττίου κέφαλον καὶ νῆστιν. τὸν δὲ κατὰ
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.