σὺ δὲ καὶ ζῶν, καλὲ Οὐλπιανέ, πάντα μὲν ζητεῖς, λέγεις δὲ οὐδὲ ἕν.’ καὶ ὅς: ‘τὶς ἡδέως, ἔφη, ... τῶν ἐπῶν, ὦ καλέ μου ἑταῖρε, ἕως ἔτι ἐμμένομεν ταῖς σπονδαῖς.’ 55. καὶ ὁ Κύνουλκος: “πολλοί τινες παρῳδιῶν ποιηταὶ γεγόνασιν, ὦ ἑταῖρε ἐνδοξότατος δ᾽ ἦν Εὔβοιος ὁ Πάριος, γενόμενος τοῖς χρόνοις κατὰ Φίλιππον. οὗτός ἐστιν ὁ καὶ Ἀθηναίοις λοιδορησάμενος, ”
ἔστι δέ τις Κλεόνικος, ὃν ἀθάνατον λάχε γῆρας,
οὔτε ποιητάων ἀδαήμων οὔτε θεάτρων,
ᾧ καὶ τεθνειῶτι λαλεῖν πόρε Φερσεφόνεια`
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.