Ἀναξανδρίδης Τηρεῖ:
ἐρίοισι τοὺς τοίχους κύκλῳ Μιλησίοις,
ἔπειτ᾽ ἀλείφειν τῷ μεγαλλείῳ ὁ μύρῳ
καὶ τὴν βασιλικὴν θυμιᾶτε μίνδακα.
β. ἀκήκοας σύ, δέσποτ᾽, ἤδη πώποτε
τὸ θυμίαμα τοῦτο;
ναρδίνου δὲ μύρου μέμνηται Μένανδρος ἐν Κεκρυφάλῳ οὕτως :
ἀλλ᾽ οἷα νύμφη βασιλὶς ὠνομασμένη
μύροις μεγαλλείοις τὸ σῶμ᾽ ἀλείφεται.