Ἀχαιὸς δ᾽ ἐν Αἴθωνι σατυρικῷ:
βακκάρι δὲ τὰς ῥῖνας
ἤλειφον ἐστὶ δ᾽ οἷά περ κρόκος.
Ἴων Ὀμφάλῃ:
βακκάρει χρισθέντα καὶ ψυκτηρίοις
πτεροῖς ἀναστήσαντα προσθίαν τρίχα:
ἐν τούτοις Σαρδιανὸν κόσμον εἴρηκε τὸ μύρον, ἐπεὶ διαβόητοι ἐπὶ ἡδυπαθείᾳ οἱ Λυδοί: καὶ τὸ παρὰ
βακκάρις δὲ καὶ μύρα
καὶ Σαρδιανὸν κόσμον εἰδέναι χροὸς
ἄμεινον ἢ τὸν Πέλοπος ἐν νήσῳ τρόπον. [p. 196]