Click on a word to bring up parses, dictionary entries, and frequency statistics
οὔτε πιμελὴν ἔχειν τοὺς ἰχθῦς τούτους διὰ τὸ χονδρώδεις εἶναι. ἰδίως δὲ ὁ ἀκανθίας τὴν καρδίαν ἔχει πεντάγωνον. τίκτει δ᾽ ὁ γαλεὸς τὰ πλεῖστα τρία καὶ εἰσδέχεται τὰ γεννηθέντα εἰς τὸ στόμα καὶ πάλιν ἀφίησιν μάλιστα δ᾽ ὁ ποικίλος καὶ ὁ ἀλωπεκίας, οἱ δὲ λοιποὶ οὐκ ἔτι διὰ τὴν τραχύτητα. 44. Ἀρχέστρατος δὲ ὁ τὸν αὐτὸν Σαρδαναπάλλῳ ζηλώσας βίον περὶ τοῦ ἐν Ῥόδῳ γαλεοῦ λέγων τὸν αὐτὸν εἶναι ἡγεῖται τῷ παρὰ Ῥωμαίοις
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.