Click on a word to bring up parses, dictionary entries, and frequency statistics
“ παρασίτων καὶ Διόδωρος ὁ Σινωπεὺς κωμῳδιοποιὸς ἐν Ἐπικλήρῳ, οὗ τὸ μαρτύριον ὀλίγον ὕστερον παραθήσομαι. Ἀριστοτέλης δ᾽ ἐν τῇ Μεθωναίων πολιτείᾳ ‘ παράσιτοι’ φησί, ‘ τοῖς μὲν ἄρχουσι δύο καθ᾽ ἕκαστον ἦσαν, τοῖς δὲ πολεμάρχοις εἷς: τεταγμένα δὲ ἐλάμβανον παρ᾽ ἄλλων τέ τινων καὶ τῶν ἁλιέων ὄψον.’ 28. τὸν δὲ νῦν λεγόμενον παράσιτον Καρύστιος ὁ Περγαμηνὸς ἐν τῷ περὶ διδασκαλιῶν εὑρεθῆναί φησιν ὑπὸ πρώτου Ἀλέξιδος, ἐκλαθόμενος ὅτι Ἐπίχαρμος ἐν Ἐλπίδι
”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.