διὸ καὶ οἱ ποιηταὶ διετέλουν προσαγορεύοντες οὕτως τὰς ᾠδάς ‘γλυκυτάτων πρύτανιν ὕμνων’ καὶ ‘ μέλεα μελιπτέρωτα Μουσᾶν.’ ἀπὸ γὰρ τῆς τοῦ βίου σωφροσύνης καὶ αὐστηρίας μετέβαινον ἀσμένως ἐπὶ τὴν μουσικήν, ἐχούσης τὸ κηλητικὸν τῆς ἐπιστήμης. εἰκότως οὖν ἐγίνετο χαίρειν τοὺς ἀκροωμένους.
Λάκων ὁ τέττιξ εὔτυκος εἰς χορόν.
ἐκάλουν δὲ καὶ χορηγούς, ὥς φησιν ὁ Βυζάντιος [p. 416]