Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ δὲ περὶ δύο μῆνας, ἐστὶ δὲ πολύγονον τὸ ζῷον. διαφέρει δὲ ὁ ἄρρην τῆς θηλείας τῷ τε τὴν κεφαλὴν ἔχειν προμηκεστέραν καὶ τὸ καλούμενον ὑπὸ τῶν ἁλιέων αἰδοῖον ἔχειν ἐν τῇ πλεκτάνῃ, ἐπῳάζει δὲ ὅταν τέκῃ: διὸ καὶ χείριστοί εἰσι κατὰ τὸν χρόνον τοῦτον, ἀποτίκτει δ᾽ ὁ μὲν πουλύπους ἢ εἰς θαλάμας ἢ εἰς κεράμιον ἤ τι ἄλλο τοιοῦτο κοῖλον, καὶ μεθ᾽ ἡμέρας πεντήκοντα ἐκ τῶν ᾠῶν πουλυπόδια ἐξέρπει ὥσπερ τὰ φαλάγγια πολλά, ὁ δὲ θῆλυς πουλύπους ὁτὲ μὲν ἐπὶ τοῖς ᾠοῖς, ὁτὲ
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.