καὶ Ἄρατος:
ἄρχεσθ᾽ ἀμητοῖ᾽,3 ἀρότοιο δὲ δυσομενάων.
τὰς οὖν τῆς τῶν καρπῶν γενέσεως καὶ τελειώσεως προσημαντικὰς Πλειάδας οἰκείως ἐνετόρευσε τῷ τοῦ σοφωτάτου Νέστορος ὁ ποιητὴς ποτηρίῳ: καὶ γὰρ τοῦτο τῆς ἑτέρας τροφῆς δεκτικὸν ἀγγεῖον. ”
αἱ μὲν ὁμῶς ὀλίγαι καὶ ἀφεγγέες, ἀλλ᾽ ὀνομαστοὶ
ἦρι καὶ ἑσπέριαι, Ζεὺς δ᾽ αἴτιος, εἱλίσσονται
ὅς σφισι καὶ θέρεος καὶ χείματος ἀρχομένοιο
σημαίνειν ἐπένευσεν ἐπερχομένου τ᾽ ἀρότοιο.