Click on a word to bring up parses, dictionary entries, and frequency statistics
δωδεκάτῳ τῶν Ὑπομνημάτων περὶ τῶν ἐν Ἀλεξανδρείᾳ βασιλείων λέγων καὶ περὶ τῶν ἐν αὐτοῖς ζῴων τρεφομένων φησίν ‘τά τε τῶν φασιανῶν, οὓς τετάρους ὀνομάζουσιν οὓς οὐ μόνον ἐκ Μηδίας μετεπέμπετο,4 ἀλλὰ καὶ νομάδας ὄρνιθας ὑποβαλὼν ἐποίησε πλῆθος, ὥστε καὶ σιτεῖσθαι: τὸ γὰρ βρῶμα πολυτελὲς ἀποφαίνουσιν.’ αὕτη ἡ τοῦ λαμπροτάτου βασιλέως φωνή, ὃς οὐδὲ φασιανικοῦ ὄρνιθός ποτε γεύσασθαι ὡμολόγησεν, ἀλλ᾽ ὥσπερ τι κειμήλιον ἀνακείμενον εἶχε τούσδε τοὺς ὄρνιθας, εἰ δὲ ἑωράκει ὡς ἡμῶν ἑκάστῳ εἷς ἐστι παρακείμενος χωρὶς τῶν ἤδη κατανηλωμένων,
προσαναπεπληρώκει
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.