Ἀναξίλας:
σικυοῦ πέπονος εὐνουχίου κνήμας ἔχων;
Θεόπομπος:
τὰ δὲ σφύρ᾽ ᾤδει μᾶλλον ἢ σικυὸς πέπων.
Φαινίας: ‘ βρωτὰ μὲν ἁπαλὰ τῷ περικαρπίῳ σικυὸς καὶ πέπων ἄνευ τοῦ σπέρματος, πεττόμενον δὲ τὸ περικάρπιον μόνον, κολοκύντη δὲ ὠμὴ μὲν ἄβρωτος, ἑφθὴ δὲ καὶ ὀπτὴ βρωτή.’ Διοκλῆς δ᾽ ὁ Καρύστιος ἐν πρώτῳ Ὑγιεινῶν φησιν ἑψανὰ ἄγρια εἶναι θρίδακα ταύτης κρατίστην τὴν μέλαιναν,
μαλθακωτέρα
πέπονος σικυοῦ μοι γέγονε.