Σωτάδης δ᾽ ὁ κωμικὸς Παραλυτρουμένῳ:
κεκερματίσθω δ᾽ ἄλλα μοι παροψίδων
κάθεφθα καὶ κνισηρὰ παραφλογίσματα.
ἀμφιβόλως δ᾽ εἴρηται τὸ παρὰ τῷ Ξενοφῶντι ἐν πρώτῳ Παιδείας, φησὶ γὰρ ὁ φιλόσοφος ' προσῆγεν αὐτῷ παροψίδας καὶ παντοδαπὰ ἐμβάμματα ”
παροψὶς εἶναι φαίνομαι τῷ Κρωβύλῳ:
τοῦτον μασᾶται, παρακατεσθίει δ᾽ ἐμέ.