εἷλκον Διὸς σωτῆρος.Ἀραρὼς δ᾽ ἢ Εὔβουλος ἐν Καμπυλίωνι:
Ἄλεξις δ᾽ ἐν Ἱππεῖ:
ὦ γαῖα κεραμί, τίς σε Θηρικλῆς ποτε
ἔτευξε κοίλης λαγόνος εὐρύνας βάθος;
ἦ που κατειδὼς τὴν γυναικείαν φύσιν
ὡς οὐχὶ μικροῖς ἥδεται ποτηρίοις.
καὶ ἐν Ἱππίσκῳ.
καὶ θηρίκλειός τις κύλιξ, στέφανον κύκλῳ
ἔχουσα χρυσοῦν οὐ γὰρ ἐπίτηκτὸν τινα.
μεστὴν ἀκράτου θηρίκλειον ἔσπασε