ἐν δὲ τῇ διασκευῇ τοῦ αὐτοῦ δράματος περὶ ὀργιζομένου παρασίτου λέγων φησίν [p. 114]
‘ ἀνὴρ γὰρ ὅστις εὖ βίον κεκτημένος
μὴ τοὐλάχιστον τρεῖς ἀσυμβόλους τρέφει,
ὄλοιτο, νόστου μὴ ποτ᾽ εἰς πάτραν τυχών.’
Β. πόθεν ἐστὶ ταῦτα, πρὸς θεῶν; α. τί δέ σοι
μέλει;
οὐ γὰρ τὸ δρᾶμα, τὸν δὲ νοῦν σκοπούμεθα.
”
ὀργίζεται; παράσιτος ὢν ὀργίζεται;
β. οὐχ ἀλλ᾽ ἀλείψας τὴν τράπεζαν τῇ χολῇ
ὥσπερ τὰ παιδί᾽ αὑτὸν ἀπογαλακτιεῖ.