Click on a word to bring up parses, dictionary entries, and frequency statistics
“, ἔτι τε Μνασιγείτων καὶ Μέναιχμος, ὥς φησι Τηλεφάνης ἐν τῷ περὶ τοῦ Ἄστεος. τοσαύτη δ᾽ αὐτῶν δόξα τῆς ῥᾳθυμίας ἐγένετο ὥστε καὶ Φίλιππον ἀκούσαντα τὸν Μακεδόνα πέμψαι αὐτοῖς τάλαντον, ἵν᾽ ἐκγραφόμενοι τὰ γελοῖα πέμπωσιν αὐτῷ. ὅτι δὲ ἦν περὶ τὰ γελοῖα ἐσπουδακὼς ὁ βασιλεὺς οὗτος μαρτυρεῖ Δημοσθένης ὁ ῥήτωρ ἐν τοῖς Φιλιππικοῖς. φιλόγελως δὲ ἦν καὶ Δημήτριος ὁ Πολιορκητής, ὥς φησι Φύλαρχος ἐν τῇ σ᾽ τῶν Ἱστοριῶν, ὅς γε καὶ τὴν Λυσιμάχου αὐλὴν κωμικῆς
”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.